Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.9.2 | Hdt. 9.10.3 (English) | >>Hdt. 9.12.1 |
9.10.1
ὁ μέν σφι ταῦτα συνεβούλευε · οἱ δὲ φρενὶ λαβόντες τὸν λόγον αὐτίκα , φράσαντες οὐδὲν τοῖσι ἀγγέλοισι τοῖσι ἀπιγμένοισι ἀπὸ τῶν πολίων , νυκτὸς ἔτι ἐκπέμπουσι πεντακισχιλίους Σπαρτιητέων καὶ ἑπτὰ περὶ ἕκαστον τάξαντες τῶν εἱλώτων , Παυσανίῃ τῷ Κλεομβρότου ἐπιτάξαντες ἐξάγειν .
9.10.2 ἐγίνετο μὲν ἡ ἡγεμονίη Πλειστάρχου τοῦ Λεωνίδεω · ἀλλʼ ὁ μὲν ἦν ἔτι παῖς , ὁ δὲ τούτου ἐπίτροπός τε καὶ ἀνεψιός . Κλεόμβροτος γὰρ ὁ Παυσανίεω μὲν πατὴρ Ἀναξανδρίδεω δὲ παῖς οὐκέτι περιῆν , ἀλλʼ ἀπαγαγὼν ἐκ τοῦ Ἰσθμοῦ τὴν στρατιὴν τὴν τὸ τεῖχος δείμασαν μετὰ ταῦτα οὐ πολλὸν χρόνον τινὰ βιοὺς ἀπέθανε .
9.10.3 ἀπῆγε δὲ τὴν στρατιὴν ὁ Κλεόμβροτος ἐκ τοῦ Ἰσθμοῦ διὰ τόδε · θυομένῳ οἱ ἐπὶ τῷ Πέρσῃ ὁ ἥλιος ἀμαυρώθη ἐν τῷ οὐρανῷ . προσαιρέεται δὲ ἑωυτῷ Παυσανίης Εὐρυάνακτα τὸν Δωριέος , ἄνδρα οἰκίης ἐόντα τῆς αὐτῆς .
ch. 11
9.11.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.9.2 | Hdt. 9.10.3 (English) | >>Hdt. 9.12.1 |